Saltar navegación

Actividades de tradución

Tres fábulas de Esopo

 

O león e a ra

 

Λέων, ἀκούσας ποτέ βατράχου μέγα βοῶντος, ἐπεστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. Προσμένων δὲ μικρόν, ὡς εἶδεν αὐτὸν ἔξω τῆς λίμνης, αὐτὸν κατεπάτησεν.

Ο λόγος δηλοῖ ὅτι οὐ δεῖ πρὸ τῆς ὄψεως διὰ ἀκοῆς μόνης ταράττεσθαι.

 

A cerva e a viña

 

 Έλαφος διωκομένη ὑπὸ κυνηγῶν ὑπ᾿ ἀμπέλῳ ἐκρύπτετο. Παρατρέχουσιν ἐκεῖνοι· ἡ δὲ ἔλαφος, τελέως ἤδη λανθάνειν οἰομένη, τὰ τῆς ἀμπέλου φύλλα ἐσθίειν ἄρχεται. Τούτων δὲ σειομένων, οἱ κυνηγοί ἐπιστρεφόμενοι καὶ, ὅπερ ἦν ἀληθές, νομίζοντες ζῷον ὑπὸ τοῖς φύλλοις κρύπτεσθαι, βάλλουσι τὰ ἀκόντια καὶ τιτρώσκουσι τὴν ἔλαφον. Ἡ δὲ θνήσκουσα τοιαῦτα ἔλεγε «δίκαια πάσχω οὐ γὰρ ἔδει τὴν σώζουσάν με λυμαίνεσθαι».

Ὁ μύθος δηλοῖ ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται.

 

O labrador e os seus fillos

 

Γεωργός τις μέλλων καταλύειν τὸν βίον, καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαμβάνειν τῆς γεωργίας, προσκαλεσάμενος αὐτούς, ἠγόρευσε· «Παῖδες ἐμοί, ἐγὼ μὲν ἤδη τὸν βίον καταλύσω· ὑμεῖς δ᾽, ἅπερ ὁ ἐν τῇ ἀμπέλῳ ἐστί, ζητήσαντες μέλλετε εὑρίσκειν πάντα». Οἱ μὲν ὁ οὖν νομίζοντες θησαυρὸν ἐκεῖ που κρυπτὸν εἶναι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὸν θάνατον τοῦ πατρὸς κατασκάπτουσι· καὶ θησαυρὸν μὲν οὐχ εὑρίσκουσιν, ἡ δὲ ἄμπελος, καλῶς σκαπτομένη, πολλαπλασίονα τὸν καρπὸν ἔφερεν.

Ὁ μύθος δηλοῖ ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.

Feito con eXeLearning (Nova xanela)