Na primeira unidade contamos que os gregos recibiron as letras dos fenicios. A este respecto di Herodoto:
Καὶ τὰ τῶν σημείων ὀνόματα τοῖς Φοινικίοις ὀνόμασιν ὅμοιά ἐστιν. Χρήσιμα εἰσὶ τὰ γράμματα εἰς τὰ τῶν ἐμπόρων καὶ νομοθετῶν καὶ ποιητῶν ἔργα. Καὶ ἡ τῶν νομισμάτων χρεία πολλῷ ἤδη χρόνῳ πρὸ τῆς Σόλωνος νομοθεσίας πρὸς τοὺς Ἕλληνας ἥκει. Αἴτιοι δὲ τῶν νομισμάτων οἱ Λυδοὶ εἶναι ὁ Ἡρόδοτος λέγει. Τούτῳ οὖν τῷ τρόπῳ αὔξεται (aumenta) ἡ τε ἐμπορία καὶ ἡ εὐδαιμονία τῶν πολιτῶν καὶ ἐν τῇ Ἑλλάδι καὶ ἐν ταῖς πλείσταις ἀποικίαις. Πολῖταί τινες οὖν, οἳ (que) πολλὰ χρήματα συνάγουσιν, ἐν ξέναις χώραις πολλοὺς δούλους διὰ τὸ ἔτι πλέον ἔχειν (para ter aínda máis) ἐπιζητοῦσιν. Οὗτοι ἐν τε τοῖς πλουσίων γεωργῶν ἀγροῖς καὶ ἐν τοῖς μετάλλοις ἐργάζονται (traballan). Δοῦλοι δὲ τῶν κυρίων κτήματα εἰσίν οὐδὲ αὐτοῖς νόστου ἐλπίς ἐστιν.