Tres fábulas de Esopo
1. Χειμῶνος ὥρᾳ, τῶν σίτων βραχέντων, οἱ μύρμηκες ἔψυχον, τέττιξ δὲ λιμώττων ἤτει αὐτοὺς τροφήν. Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· «διὰ τὸ τὸ θέρος οὐ συνῆγες τροφήν;». Ὁ δὲ εἶπεν· «οὐκ ἐσχόλαζον, ἀλλ᾽ ᾔδον μουσικῶς». Οἱ δὲ γελάσαντες εἶπον· «ἀλλ᾽ εἰ θέρους ώραις ηὔλεις, χειμῶνος ὀρχοῦ».
2. Λέων, ἀκούσας ποτέ βατράχου μέγα βοῶντος, ἐπεστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. Προσμένων δὲ μικρόν, ὡς εἶδεν αὐτὸν ἔξω τῆς λίμνης, αὐτὸν κατεπάτησεν. Ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ πρὸ τῆς ὄψεως διὰ ἀκοῆς μόνης ταράττεσθαι.
3. Ὄνος, δοράν λέοντος περιβαλόμενος, λέων ἐνομίζετο ὑπὸ πάντων καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. Ως δὲ ἄνεμος πνέων τὴν δορὰν περιεῖλεν καὶ γυμνὸς ὁ ὄνος ἦν, τότε πάντες επιτρέχοντες ξύλοις καὶ ροπάλοις αὐτὸν ἔπαιον. Πένης ὢν μὴ μιμοῦ τοὺς πλουσίους.