- οἱ πράττοντες ἀδικήματα, ὑπὸ τῆς πόλεως κολάζονται.
- αἱ πόλεις ὑπό τινος δημοκρατικῆς ἐκκλησίας ἀρχόμεναι, εὐδαίμονές γίγνονται.
- Ἐν τοῖσδε τοῖς στάσεων χρόνοις, οὔτε οἱ δοῦλοι τοῖς δεσπόταις ὑπακούουσιν, οὔτε οἱ ἄρχοντες ὑπὸ τῶν πολιτῶν ὑπακούονται.
- αἱ ἁμαρτίαι τῶν ἀνθρώπων ὑπὸ τῶν θεῶν κολάζονται: ἡ ὕβρις ὑπὸ Νέμεσις τιμωρεῖται, ὁ δὲ ἐπίορκος ὑπὸ τῶν Ἐρινύων τιμωρεῖται.
- Τοὺς ἀγαθοὺς φίλους γινώσκεις χαλεποῖς πράγμασι παρόντας.
- μίγνυται δὲ Ζεὺς Μήτιδι, μεταβαλλούσῃ εἰς πολλὰς ἰδέας.
- Γῆ δὲ περὶ Τιτάνων ἀγανακτοῦσα γεννᾷ Γίγαντας ἐξ Οὐρανοῦ, μεγέθει μὲν σωμάτων ἀνυπερβλήτους, δυνάμει δὲ ἀκαταγωνίστους,
- Ἀδμήτου δὲ βασιλεύοντος τῶν Φερῶν, θητέυει Ἀδμήτῳ Ἀπόλλων μνηστευομένῳ τὴν Πελίου θυγατέρα Ἄλκηστιν.
- Κρέοντος δὲ βασιλεύοντος οὐ μικρὰ συμφορὰ κατέχει Θήβας. Ἥρα γὰρ πέμπει Σφίγγα, ἣ (pronome relativo. n. s. f.; "que, a cal") μητρὸς μὲν Ἐχίδνης ἐστίν, πατρὸς δὲ Τυφῶνος, ἔχει δὲ πρόσωπον μὲν γυναικός, στῆθος δὲ καὶ βάσιν καὶ οὐρὰν λέοντος καὶ πτέρυγας ὄρνιθος. μαθοῦσα δὲ αἴνιγμα παρὰ μουσῶν ἐπὶ τὸ Φίκιον ὄρος κάθεται, καὶ τοῦτο προτείνει Θηβαίοις.